Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.253 Joseph. AJ 8.258 (English) >>Joseph. AJ 8.263

8.256ἀλλʼ οὐκ ἔπεισαν τὸν θεὸν ταχθῆναι μετʼ αὐτῶν· δὲ προφήτης Σαμαίας ἔφησεν αὐτοῖς τὸν θεὸν ἀπειλεῖν ἐγκαταλείψειν αὐτούς, ὡς καὶ αὐτοὶ τὴν θρησκείαν αὐτοῦ κατέλιπον. ταῦτʼ ἀκούσαντες εὐθὺς ταῖς ψυχαῖς ἀνέπεσον καὶ μηδὲν ἔτι σωτήριον ὁρῶντες ἐξομολογεῖσθαι πάντες ὥρμησαν, ὅτι δικαίως αὐτοὺς θεὸς ὑπερόψεται γενομένους περὶ αὐτὸν ἀσεβεῖς καὶ συγχέοντας τὰ νόμιμα. 8.257κατιδὼν δʼ αὐτοὺς θεὸς οὕτω διακειμένους καὶ τὰς ἁμαρτίας ἀνθομολογουμένους οὐκ ἀπολέσειν αὐτοὺς εἶπε πρὸς τὸν προφήτην, ποιήσειν μέντοι γε τοῖς Αἰγυπτίοις ὑποχειρίους, ἵνα μάθωσι πότερον ἀνθρώπῳ δουλεύειν ἐστὶν ἀπονώτερον θεῷ. 8.258παραλαβὼν δὲ Ἴσωκος ἀμαχητὶ τὴν πόλιν δεξαμένου Ῥοβοάμου διὰ τὸν φόβον οὐκ ἐνέμεινε ταῖς γενομέναις συνθήκαις, ἀλλʼ ἐσύλησε τὸ ἱερὸν καὶ τοὺς θησαυροὺς ἐξεκένωσε τοῦ θεοῦ καὶ τοὺς βασιλικοὺς χρυσοῦ καὶ ἀργύρου μυριάδας ἀναριθμήτους βαστάσας καὶ μηδὲν ὅλως ὑπολιπών. 8.259περιεῖλε δὲ καὶ τοὺς χρυσοῦς θυρεοὺς καὶ τὰς ἀσπίδας, ἃς κατεσκεύασε Σολόμων βασιλεύς, οὐκ εἴασε δὲ οὐδὲ τὰς χρυσᾶς φαρέτρας, ἃς ἀνέθηκε Δαυίδης τῷ θεῷ λαβὼν παρὰ τοῦ τῆς Σωφηνῆς βασιλέως, καὶ τοῦτο ποιήσας ἀνέστρεψεν εἰς τὰ οἰκεῖα. 8.260μέμνηται δὲ ταύτης τῆς στρατείας καὶ Ἁλικαρνασεὺς Ἡρόδοτος περὶ μόνον τὸ τοῦ βασιλέως πλανηθεὶς ὄνομα, καὶ ὅτι ἄλλοις τε πολλοῖς ἐπῆλθεν ἔθνεσι καὶ τὴν Παλαιστίνην Συρίαν ἐδουλώσατο λαβὼν ἀμαχητὶ τοὺς ἀνθρώπους τοὺς ἐν αὐτῇ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.253 Joseph. AJ 8.258 (English) >>Joseph. AJ 8.263

Powered by PhiloLogic